8. Περὶ Ἡρίππης

(Ἱστορεῖ Ἀριστόδημος ὁ Νυσαεὺς ἐν α΄ Ἱστοριῶν περὶ τούτων, πλὴν ὅτι τὰ ὀνόματα ὑπαλλάττει, ἀντὶ Ἡρίππης καλῶν Γυθυμίαν, τὸν δὲ βάρβαρον Καυάραν)

(1) Ὅτε δὲ οἱ Γαλάται κατέδραμον τὴν Ἰωνίαν καὶ τὰς πόλεις ἐπόρθουν, ἐν Μιλήτῳ Θεσμοφορίων ὄντων καὶ συνηθροισμένων γυναικῶν ἐν τῷ ἱερῷ, ὃ βραχὺ τῆς πόλεως ἀπέχει, ἀποσπασθέν τι μέρος τοῦ βαρβαρικοῦ διῆλθεν εἰς τὴν Μιλησίαν καὶ ἐξαπιναίως ἐπιδραμὸν εἷλεν τὰς γυναῖκας.
(2) ἔνθα δὴ τὰς μὲν ἐρρύσαντο πολὺ ἀργύριόν τε καὶ χρυσίον ἀντιδόντες, τινὲς δὲ τῶν βαρβάρων αὐταῖς οἰκειωθέντων ἀπήχθησαν, ἐν δὲ αὐταῖς καὶ Ἡρίππη, γυνὴ Ξάνθου, ἀνδρὸς ἐν Μιλήτῳ πάνυ δοκίμου γένους τε τοῦ πρώτου, παιδίον ἀπολιποῦσα διετές.
(3) ταύτης πολὺν πόθον ἔχων ὁ Ξάνθος ἐξηργυρίσατο μέρος τῶν ὑπαργμάτων, καὶ κατασκευασάμενος χρυσοῦς δισχιλίους τὸ μὲν πρῶτον εἰς Ἰταλίαν ἐπεραιώθη, ἐντεῦθεν δὲ ὑπὸ ἰδιοξένων τινῶν κομιζόμενος εἰς Μασσαλίαν ἀφικνεῖται κἀκεῖθεν εἰς τὴν Κελτικήν· καὶ προσελθὼν τῇ οἰκίᾳ, ἔνθα αὐτοῦ συνῆν ἡ γυνὴ ἀνδρὶ τῶν μάλιστα παρὰ Κελτοῖς δοξαζομένων, ὑποδοχῆς ἐδεῖτο τυχεῖν.
(4) τῶν δὲ διὰ φιλοξενίαν ἑτοίμως αὐτὸν ὑποδεξαμένων, εἰσελθὼν ὁρᾷ τὴν γυναῖκα, καὶ αὐτὸν ἐκείνη τὼ χεῖρε ἀμφιβαλοῦσα μάλα φιλοφρόνως προσηγάγετο. παραχρῆμα δὲ τοῦ Κελτοῦ παραγενομένου, διεξῆλθεν αὐτῷ τήν τε ἄλην τἀνδρὸς ἡ Ἡρίππη, καὶ ὡς αὐτῆς ἕνεκα ἥκοι λύτρα καταθησόμενος· ὁ δὲ ἠγάσθη τῆς ψυχῆς τὸν Ξάνθον, καὶ αὐτίκα συνουσίαν ποιησάμενος τῶν μάλιστα προσηκόντων ἐξένιζεν αὐτόν.
(5) παρατείνοντος δὲ τοῦ πότου, τὴν γυναῖκα συγκατακλίνει αὐτῷ καὶ δι᾿ ἑρμηνέως ἐπυνθάνετο πηλίκην οὐσίαν εἴη κεκτημένος τὴν σύμπασαν· τοῦ δὲ εἰς ἀριθμὸν χιλίων χρυσῶν φήσαντος, ὁ βάρβαρος εἰς τέσσαρα μέρη κατανέμειν αὐτὸν ἐκέλευε, καὶ τὰ μὲν τρία ὑπεξαιρεῖσθαι αὑτῷ, γυναικί, παιδίῳ, τὸ δὲ τέταρτον ἀπολείπειν ἄποινα τῆς γυναικός.
(6) ὡς δὲ ἐς κοῖτόν ποτε ἀπετράποντο, πολλὰ κατεμέμφετο τὸν Ξάνθον ἡ γυνὴ διὰ τὸ μὴ ἔχοντα τοσοῦτο χρυσίον ὑποσχέσθαι τῷ βαρβάρῳ, κινδυνεύσειν τε αὐτόν, εἰ μὴ ἐμπεδώσειε τὴν ἐπαγγελίαν· τοῦ δὲ φήσαντος ἐν ταῖς κρηπῖσι τῶν παίδων καὶ ἄλλους τινὰς χιλίους χρυσοῦς κεκρύφθαι διὰ τὸ μὴ ἐλπίζειν ἐπιεικῆ τὸν βάρβαρον καταλήψεσθαι, δεήσειν δὲ πολλῶν λύτρων, ἡ γυνὴ τῇ ὑστεραίᾳ τῷ Κελτῷ καταμηνύει τὸ πλῆθος τοῦ χρυσοῦ καὶ παρεκελεύετο κτεῖναι τὸν Ξάνθον, φάσκουσα πολὺ μᾶλλον αἱρεῖσθαι αὐτὸν τῆς τε πατρίδος καὶ τοῦ παιδίου, τὸν μὲν γὰρ Ξάνθον παντάπασιν ἀποστυγεῖν.
(7) τῷ δὲ ἄρα οὐ πρὸς ἡδονὴν ἦν τὰ λεχθέντα, ἐν νῷ δὲ εἶχεν αὐτὴν τίσασθαι. ἐπειδὴ δὲ ὁ Ξάνθος ἐσπούδαζεν ἀπιέναι, μάλα φιλοφρόνως προὔπεμπεν ὁ Κελτὸς ἐπαγόμενος καὶ τὴν Ἡρίππην. ὡς δὲ ἐπὶ τοὺς ὅρους τῆς Κελτῶν χώρας ἀφίκοντο, θυσίαν ὁ βάρβαρος ἔφη τελέσαι βούλεσθαι πρὶν αὐτοὺς ἀπ᾿ ἀλλήλων χωρισθῆναι, καὶ κομισθέντος ἱερείου, τὴν Ἡρίππην ἐκέλευεν ἀντιλαβέσθαι·
(8) τῆς δὲ κατασχούσης, ὡς καὶ ἄλλοτε σύνηθες αὐτῇ, ἐπανατεινάμενος τὸ ξίφος καθικνεῖται καὶ τὴν κεφαλὴν αὐτῆς ἀφαιρεῖ, τῷ τε Ξάνθῳ παρεκελεύετο μὴ δυσφορεῖν, ἐξαγγείλας τὴν ἐπιβουλὴν αὐτῆς, ἐπέτρεπέ τε τὸ χρυσίον ἅπαν κομίζειν αὑτῷ.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου