7. Περὶ Ἱππαρίνου

(Ἱστορεί Φανίας ὁ Ἐρέσιος)

(1) Ἐν δὲ τῇ Ἰταλῇ Ἡρακλείᾳ παιδὸς διαφόρου τὴν ὄψιν (Ἱππαρῖνος αὐτῷ ὄνομα) τῶν πάνυ δοκίμων Ἀντιλέων ἠράσθη, ὃς πολλὰ μηχανώμενος οὐδαμῆ δυνατὸς ἦν αὐτὸν ἁρμόσασθαι. περὶ δὲ γυμνάσια διατρίβοντι [πολλὰ] τῷ παιδὶ προσρυεὶς ἔφη τοσοῦτον αὐτοῦ πόθον ἔχειν, ὥστε πάντα πόνον ἀνατλῆναι, καὶ ὅ τι ἂν κελεύῃ μηδενὸς αὐτὸν ἁμαρτήσεσθαι.
(2) ὁ δὲ ἄρα κατειρωνευόμενος προσέταξεν αὐτῷ ἀπό τινος ἐρυμνοῦ χωρίου, ὃ μάλιστα ἐφρουρεῖτο ὑπὸ τοῦ τῶν Ἡρακλεωτῶν τυράννου, τὸν κώδωνα κατακομίσαι, πειθόμενος μὴ [ἄν] ποτε τελέσειν αὐτὸν τόνδε τὸν ἆθλον. Ἀντιλέων δὲ κρύφα τὸ φρούριον ὑπελθὼν καὶ λοχήσας τὸν φύλακα τοῦ κώδωνος κατακαίνει, κἀπειδὴ ἀφίκετο πρὸς τὸ μειράκιον ἐπιτελέσας τὴν ὑπόσχεσιν, ἐν πολλῇ αὐτῷ εὐνοίᾳ ἐγένετο, καὶ ἐκ τοῦδε μάλιστα ἀλλήλους ἐφίλουν.
(3) ἐπεὶ δὲ ὁ τύραννος τῆς ὥρας ἐγλίχετο τοῦ παιδὸς καὶ οἷός [τε] ἦν αὐτὸν βίᾳ προσάγεσθαι, δυσανασχετήσας ὁ Ἀντιλέων ἐκείνῳ μὲν παρεκελεύσατο μὴ ἀντιλέγειν κινδυνεύειν, αὐτὸς δὲ οἴκοθεν ἐξιόντα τὸν τύραννον προσδραμὼν ἀνεῖλεν· καὶ τοῦτο δράσας δρόμῳ ἵετο καὶ διέφυγεν ἄν, εἰ μὴ προβάτοις συνδεδεμένοις ἀμφιπεσὼν ἐχειρώθη.
(4) διὸ τῆς πόλεως εἰς τἀρχαῖον ἀποκαταστάσης, ἀμφοτέροις παρὰ τοῖς Ἡρακλεώταις ἐτέθησαν εἰκόνες χαλκαῖ, καὶ νόμος ἐγράφη, μηδένα ἐλαύνειν τοῦ λοιποῦ πρόβατα συνδεδεμένα.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου