11. Περὶ Βυβλίδος

(Ἱστορεῖ Ἀριστόκριτος περὶ Μιλήτου καὶ Ἀπολλώνιος ὁ Ῥόδιος Καύνου κτίσει)

(1) Περὶ δὲ Καύνου καὶ Βυβλίδος, τῶν Μιλήτου παίδων, διαφόρως ἱστορεῖται. Νικαίνετος μὲν γάρ φησι τὸν Καῦνον ἐρασθέντα τῆς ἀδελφῆς, ὡς οὐκ ἔληγε τοῦ πάθους, ἀπολιπεῖν τὴν οἰκίαν καὶ ὁδεύσαντα πόρρω τῆς οἰκείας χώρας πόλιν τε κτίσαι καὶ τοὺς ἀπεσκεδασμένους τότε Ἴωνας ἐνοικίσαι· λέγει δὲ ἔπεσι τοῖσδε·
    αὐτὰρ ὅ γε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ
    κτίσσατο, Τραγασίῃ δὲ Κελαινοῦς εἴχετο παιδί,
    ἥ οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας·
    γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι
    Βυβλίδα, τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος.
    βῆ δεφερένδιος φεύγων ὀφιώδεα Κύπρον
    καὶ Κάπρος ὑλιγενὲς καὶ Κάρια ἱρὰ λοετρά·
    ἔνθ᾿ ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων.
    αὐτὴ δὲ γνωτή, ὀλολυγόνος οἶτον ἔχουσα,
    Βυβλὶς ἀποπρὸ πυλῶν Καύνου ὠδύρατο νόστον.

(2) οἱ δὲ πλείους τὴν Βυβλίδα φασὶν ἐρασθεῖσαν τοῦ Καύνου λόγους αὐτῷ προσφέρειν καὶ δεῖσθαι μὴ περιιδεῖν αὐτὴν εἰς πᾶν κακοῦ προελθοῦσαν· ἀποστυγήσαντα δὲ οὕτως τὸν Καῦνον περαιωθῆναι εἰς τὴν τότε ὑπὸ Λελέγων κατεχομένην γῆν, ἔνθα κρήνη Ἐχενηίς, πόλιν τε κτίσαι τὴν ἀπ᾿ αὐτοῦ κληθεῖσαν Καῦνον· τὴν δὲ ἄρα ὑπὸ τοῦ πάθους μὴ ἀνιεμένην, πρὸς δὲ καὶ δοκοῦσαν αἰτίαν γεγονέναι Καύνῳ τῆς ἀπαλλαγῆς, ἀναψαμένην ἀπό τινος δρυὸς τὴν μίτραν ἐνθεῖναι τὸν τράχηλον. λέγεται δὲ καὶ παρ᾿ ἡμῖν οὕτως·
    ἡ δ᾿ ὅτε δὴ ὀλοοῖο κασιγνήτου νόον ἔγνω,
    κλαῖεν ἀηδονίδων θαμινώτερον, αἵτ᾿ ἐνὶ βήσσῃς
    Σιθονίῳ κούρῳ πέρι μυρίον αἰάζουσιν·
    καί ῥα κατὰ στυφελοῖο σαρωνίδος αὐτίκα μίτρην
    ἁψαμένη, δειρὴν ἐνεθήκατο, ταὶ δ᾿ ἐπ᾿ ἐκείνῃ
    βεύδεα παρθενικαὶ Μιλησίδες ἐρρήξαντο.

φασὶ δέ τινες καὶ ἀπὸ τῶν δακρύων κρήνην ῥυῆναι ἰδίᾳ τὴν καλουμένην Βυβλίδα.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου