10. Περὶ Λευκώνης

(Ου)

(1) Ἐν δὲ Θεσσαλίᾳ Κυάνιππος, υἱὸς Φάρακος, μάλα καλῆς παιδὸς εἰς ἐπιθυμίαν Λευκώνης ἐλθών, παρὰ τῶν πατέρων αἰτησάμενος αὐτὴν ἠγάγετο γυναῖκα. ἦν δὲ φιλοκύνηγος· [καὶ] μεθ᾿ ἡμέραν μὲν ἐπί τε λέοντας καὶ κάπρους ἐφέρετο, νύκτωρ δὲ κατῄει πάνυ κεκμηκὼς πρὸς τὴν κόρην, ὥστε μηδὲ διὰ λόγων ἔσθ᾿ ὅτε γινόμενον αὐτῇ εἰς βαθὺν ὕπνον καταφέρεσθαι.
(2) ἡ δ᾿ ἄρα ὑπό τε ἀνίας καὶ ἀλγηδόνων συνεχομένη ἐν πολλῇ ἀμηχανίᾳ ἦν σπουδήν τε ἐποιεῖτο κατοπτεῦσαι τὸν Κυάνιππον, ὅ τι ποιῶν ἥδοιτο τῇ κατ᾿ ὄρος διαίτῃ· αὐτίκα δὲ εἰς γόνυ ζωσαμένη κρύφα τῶν θεραπαινίδων εἰς τὴν ὕλην καταδύνει.
(3) αἱ δὲ τοῦ Κυανίππου κύνες ἐδίωκον μὲν ἔλαφον, οὖσαι δὲ οὐ πάνυ κτίλοι, ἅτε δὴ ἐκ πολλοῦ ἠγριωμέναι, ὡς ὠσφρήσαντο τῆς κόρης, ἐπηνέχθησαν αὐτῇ, καὶ μηδενὸς παρόντος πᾶσαν διεσπάραξαν. καὶ ἡ μὲν διὰ πόθον ἀνδρὸς κουριδίου ταύτῃ τέλος ἔσχε·
(4) Κυάνιππος δέ, ὡς ἐπελθὼν κατέλαβε λελωβημένην τὴν Λευκώνην, μεγάλου τε ἄχους ἐπληρώθη, καὶ ἀνακαλεσάμενος τοὺς ἀμφ᾿ αὑτόν, ἐκείνην μὲν πυρὰν νηήσας ἐπέθετο, αὐτὸς δὲ πρῶτον μὲν τὰς κύνας ἐπικατέσφαξε τῇ πυρᾷ, ἔπειτα δὲ πολλὰ ἀποδυράμενος τὴν παῖδα διεχρήσατο ἑαυτόν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου