33. Περὶ Αἰσάονος

(Ἱστορεῖ Ξάνθος Λυδιακοῖς καὶ Νεάνθης β΄ καὶ Σιμμίας ὁ Ῥόδιος)

(1) Διαφόρως δὲ τοῖς πολλοῖς ἱστορεῖται καὶ τὰ Νιόβης. οὐ γὰρ Ταντάλου φασὶν αὐτὴν γενέσθαι, ἀλλ᾿ Ἀσσάονος μὲν θυγατέρα, Φιλόττου δὲ γυναῖκα· εἰς ἔριν δὲ ἀφικομένην Λητοῖ περὶ καλλιτεκνίας ὑποσχεῖν τίσιν τοιάνδε· τὸν μὲν Φίλοττον ἐν κυνηγίᾳ διαφθαρῆναι, τὸν δὲ Ἀσσάονα τῆς θυγατρὸς πόθῳ ἐχόμενον αὐτὴν αὑτῷ γήμασθαι·
(2) μὴ ἐνδιδούσης δὲ τῆς Νιόβης, τοὺς παῖδας αὐτῆς εἰς εὐωχίαν καλέσαντα καταπρῆσαι. καὶ τὴν μὲν διὰ ταύτην τὴν συμφορὰν ἀπὸ πέτρας ὑψηλοτάτης αὑτὴν ῥῖψαι, ἔννοιαν δὲ λαβόντα τῶν σφετέρων ἁμαρτημάτων διαχρήσασθαι τὸν Ἀσσάονα ἑαυτόν. 



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου