29. Περὶ Δαφνίδος

(Ἱστορεῖ Τίμαιος Σικελικοῖς)

(1) Ἐν Σικελίᾳ δὲ Δάφνις Ἑρμοῦ παῖς ἐγένετο, σύριγγι δή τε δεξιῶς χρήσασθαι καὶ τὴν ἰδέαν ἐκπρεπής. οὗτος εἰς μὲν τὸν πολὺν ὅμιλον ἀνδρῶν οὐ κατῄει, βουκολῶν δὲ κατὰ τὴν Αἴτνην χείματός τε καὶ θέρους ἠγραύλει. τούτου λέγουσιν Ἐχεναΐδα Νύμφην ἐρασθεῖσαν παρακελεύσασθαι αὐτῷ γυναικὶ μὴ πλησιάζειν· μὴ πειθομένῳ γὰρ αὐτῷ συμβήσεσθαι τὰς ὄψεις ἀποβαλεῖν.
(2) ὁ δὲ χρόνον μέν τινα καρτερῶς ἀντεῖχεν καίπερ οὐκ ὀλίγων ἐπιμαινομένων αὐτῷ· ὕστερον δὲ μία τῶν κατὰ τὴν Σικελίαν βασιλίδων οἴνῳ πολλῷ δηλησαμένη αὐτὸν ἤγαγεν εἰς ἐπιθυμίαν αὐτῇ μιγῆναι· καὶ οὕτως ἐκ τοῦδε ὁμοίως Θαμύρᾳ τῷ Θρᾳκὶ δι᾿ ἀφροσύνην ἐπεπήρωτο.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου