28. Περὶ Κλείτης

(Ἱστορεῖ Εὐφορίων Ἀπολλοδώρῳ, τὰ ἑξῆς Ἀπολλώνιος Ἀργοναυτικῶν α΄)

(1) Διαφόρως δὲ ἱστορεῖται περὶ Κυζίκου τοῦ Αἰνέου· οἱ μὲν γὰρ αὐτὸν ἔφασαν ἁρμοσάμενον Λάρισαν τὴν Πιάσου, ᾗ ὁ πατὴρ ἐμίγη πρὸ γάμου, μαχόμενον ἀποθανεῖν· τινὲς δὲ προσφάτως γήμαντα Κλείτην συμβαλεῖν δι᾿ ἄγνοιαν τοῖς μετὰ Ἰάσονος ἐπὶ τῆς Ἀργοῦς πλέουσι, καὶ οὕτως πεσόντα πᾶσι μὲν [τοῖς] ἄλλοις ἀλγεινὸν πόθον ἐμβαλεῖν, ἐξόχως δὲ τῇ Κλείτῃ· ἰδοῦσα γὰρ αὐτὸν ἐρριμμένον, περιεχύθη καὶ πολλὰ κατωδύρατο, νύκτωρ δὲ λαθοῦσα τὰς θεραπαινίδας ἀπό τινος δένδρου ἀνήρτησεν [ἑαυτήν].



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου