19. Περὶ Παγκρατοῦς

(Ἱστορεῖ Ἀνδρίσκος ἐν Ναξιακῶν β΄)

(1) Σκέλλις τε καὶ Κασσαμενὸς κήτορος οἱ Θρᾴκης ὁρμήσαντες ἀπὸ νήσου τῆς πρότερον μὲν Στρογγύλης, ὕστερον δὲ Νάξου κληθείσης, ἐληίζοντο μὲν τήν τε Πελοπόννησον καὶ τὰς πέριξ νήσους, προσσχόντες δὲ Θεσσαλίᾳ πολλάς τε ἄλλας γυναῖκας κατέσυραν, ἐν δὲ καὶ τὴν Ἀλωέως γυναῖκα Ἰφιμέδην καὶ [τὴν] θυγατέρα αὐτῆς Παγκρατώ· ἧς ἀμφότεροι εἰς ἔρωτα ἀφικόμενοι ἀλλήλους κατέκτειναν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου