16. Περὶ Λαοδίκης

(Ἱστορεῖ Ἡγήσιππος Μιλησιακῶν α΄ [Παλληνιακῶν;]

(1) Ἐλέχθη δὲ καὶ περὶ Λαοδίκης ὅδ᾿ ὁ λόγος, ὡς ἄρα παραγενομένων ἐπὶ Ἑλένης ἀπαίτησιν Διομήδους καὶ Ἀκάμαντος πολλὴν ἐπιθυμίαν εἶχεν μιγῆναι παντάπασι νέῳ ὄντι Ἀκάμαντι· καὶ μέχρι μέν τινος ὑπ᾿ αἰδοῦς κατέχεσθαι, ὕστερον δὲ νικωμένην ὑπὸ τοῦ πάθους ἀνακοινώσασθαι Περσέως γυναικὶ (Φιλοβίη αὐτῇ ὄνομα) παρακαλεῖν τε αὐτὴν ὅσον οὐκ ἤδη διοιχομένῃ ἀρήγειν αὐτῇ.
(2) κατοικτείρουσα δὲ τὴν συμφορὰν τῆς κόρης δεῖται τοῦ Περσέως ὅπως συνεργὸς αὐτῇ γένηται, ἐκέλευέ τε ξενίαν καὶ φιλότητα τίθεσθαι πρὸς τὸν Ἀκάμαντα. Περσεὺς δὲ τὸ μὲν καὶ τῇ γυναικὶ βουλόμενος ἁρμόδιος εἶναι, τὸ δὲ καὶ τὴν Λαοδίκην οἰκτείρων, πάσῃ μηχανῇ τὸν Ἀκάμαντα εἰς Δάρδανον ἀφικέσθαι πείθει (καθίστατο γὰρ ὕπαρχος τοῦ χωρίου), ἦλθε [δὲ] καὶ Λαοδίκη ὡς εἰς ἑορτήν τινα σὺν ἄλλαις τῶν Τρῳάδων ἔτι παρθένος οὖσα.
(3) ἔνθα δὴ παντοδαπὴν θοίνην ἑτοιμασάμενος συγκατακλίνει καὶ τὴν Λαοδίκην αὐτῷ, φάμενος μίαν εἶναι τῶν τοῦ βασιλέως παλλακίδων. καὶ Λαοδίκη μὲν οὕτως ἐξέπλησε τὴν ἐπιθυμίαν, χρόνου δὲ προϊόντος γίνεται τῷ Ἀκάμαντι υἱὸς Μούνιτος ὃν ὑπ᾿ Αἴθρᾳ τραφέντα μετὰ Τροίας ἅλωσιν διεκόμισεν ἐπ᾿ οἴκου· καὶ αὐτὸν θηρεύοντα ἐν Ὀλύνθῳ τῆς Θράκης ὄφις ἀνεῖλεν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου